Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,
  2. δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·
  3. τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  4. ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·
  5. νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
  6. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·
  7. ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
  8. ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι
  9. κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,
  10. μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης
  11. κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
  12. ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν
  13. παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.
  14. αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,
  15. κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν
  16. ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ
  17. δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.
  18. μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν
  19. ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει
  20. θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·