Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·
  2. Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ
  3. ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
  4. οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
  5. δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.
  6. ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν
  7. μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.
  8. ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,
  9. δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·
  10. τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  11. ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·