Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,
  2. ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,
  3. ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
  4. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  5. ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·
  6. ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
  7. οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
  8. καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
  9. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
  10. τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
  11. λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
  12. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
  13. ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
  14. εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
  15. αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
  16. ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς
  17. εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·
  18. ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων
  19. ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον
  20. κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι