Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,
  2. σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν,
  3. τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,
  4. ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.
  5. τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,
  6. τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ
  7. κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.
  8. τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,
  9. ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ
  10. γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν
  11. Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,
  12. ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς
  13. ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν
  14. ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο
  15. κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.
  16. ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν
  17. οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων
  18. ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,
  19. ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,
  20. αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,