ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳδοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖντοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπανταπάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαιἸκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγαςεἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνονμαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα