Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·
  2. οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,
  3. οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.
  4. ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον
  5. ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.
  6. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  7. ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος
  8. οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,
  9. τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
  10. ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·
  11. στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.
  12. νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·
  13. ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
  14. καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
  15. τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
  16. κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·
  17. τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
  18. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  19. ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
  20. μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·