Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.
  2. μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες αὐτὴ
  3. τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας
  4. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  5. ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
  6. σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.
  7. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
  8. εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  9. οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας
  10. δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.
  11. τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
  12. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  13. οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,
  14. ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.
  15. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  16. εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  17. δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,
  18. αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.
  19. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  20. μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.