Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
  2. ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
  3. δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
  4. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  5. νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,
  6. εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
  7. ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.
  8. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  9. αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,
  10. πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,
  11. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
  12. ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,
  13. μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.
  14. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
  15. ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.
  16. δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς
  17. ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,
  18. ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.
  19. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  20. ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.