Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·
  2. ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
  3. ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
  4. μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
  5. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  6. ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
  7. ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·
  8. τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος