Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
  2. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.
  3. ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
  4. Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,
  5. ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ
  6. ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
  7. καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·
  8. χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
  9. ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
  10. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  11. Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·
  12. τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
  13. Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·
  14. τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.
  15. τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  16. οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
  17. πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
  18. οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
  19. ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·
  20. ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,