Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
  2. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  3. αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα,
  4. ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.
  5. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν·
  6. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  7. ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,
  8. μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς
  9. ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.
  10. εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,
  11. ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα
  12. χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
  13. γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.
  14. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  15. Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι
  16. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·
  17. οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.
  18. ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,
  19. τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  20. καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα