Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα
  2. σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,
  3. αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
  4. ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.
  5. οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
  6. τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο
  7. πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
  8. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  9. αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα,
  10. ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.
  11. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν·
  12. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  13. ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,
  14. μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς
  15. ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.
  16. εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,
  17. ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα
  18. χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
  19. γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.
  20. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·