Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
  2. εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,
  3. ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  4. εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,
  5. βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
  6. τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
  7. ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
  8. ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,
  9. καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας
  10. μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.
  11. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  12. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  13. οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,
  14. οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ
  15. μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
  16. ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·
  17. μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,
  18. μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς
  19. μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.
  20. τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.