Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
  2. ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  3. Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι,
  4. κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
  5. οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι
  6. κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
  7. ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον
  8. πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
  9. ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
  10. Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας
  11. μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·
  12. μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
  13. οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·
  14. κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,
  15. παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
  16. οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.
  17. ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
  18. δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,
  19. εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.
  20. ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.