Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον
  • πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
  • ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
  • Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας
  • μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·
  • μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
  • οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·
  • κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,
  • παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
  • οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.
  • ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
  • δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,
  • εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.