Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,
  2. ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·
  3. ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν
  4. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
  5. δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.
  6. εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα
  7. ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
  8. τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
  9. Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,
  10. ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ
  11. ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,
  12. αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
  13. ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι
  14. νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.
  15. αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,
  16. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
  17. ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
  18. ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν
  19. λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
  20. ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι