Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
  2. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
  3. Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
  4. πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ
  5. τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.
  6. ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
  7. νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν
  8. ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  9. αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,
  10. Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
  11. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  12. χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας
  13. ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται.
  14. αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ
  15. παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.
  16. ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,
  17. τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,
  18. ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·
  19. Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας,
  20. τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,