ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσηςΤρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευονδήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέαςἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺςἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαιἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιοπόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖνδόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,