Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.
  2. νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,
  3. ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
  4. ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς
  5. ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
  6. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  7. ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,
  8. ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
  9. λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης
  10. νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες
  11. ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
  12. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
  13. βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.
  14. ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς
  15. ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,
  16. ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε
  17. χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.
  18. οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον
  19. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
  20. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·