Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,
  • Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
  • μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  • ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.
  • ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  • πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
  • δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.
  • ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
  • καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,
  • ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν
  • ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης
  • πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.
  • τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶτα
  • πλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,
  • κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
  • τῷ δʼ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς
  • εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ
  • εἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,
  • πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν
  • πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,
  • βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν
  • ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπʼ ὤμου
  • χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.
  • κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρους
  • μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
  • ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί περ
  • εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·
  • ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,
  • μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.
  • ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,
  • ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο
  • θηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.
  • αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
  • χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα.
  • ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  • ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  • ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
  • δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
  • ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  • καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·
  • κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·
  • ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς,
  • οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν,
  • οὐδʼ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον
  • εἴ τις ἔτʼ ἔσται μῆτις. ἐγὼ δʼ οὔκ οἴομαι εἶναι.
  • εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν
  • νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·
  • αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δʼ ἐνὶ μέσσῃ
  • ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
  • ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ
  • μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο
  • Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.
  • κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·
  • ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
  • αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους
  • ἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα·
  • τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής.
  • κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·
  • ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.
  • βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροι
  • κλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν.
  • εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης
  • ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ·
  • ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,
  • τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν.
  • οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γε
  • οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.
  • ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα
  • σαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,
  • ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες
  • σαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.
  • ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,
  • Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,
  • ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων
  • λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.
  • τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,
  • ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·