Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν
  2. αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε
  3. τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·
  4. οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·
  5. ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις
  6. ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος
  7. ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.
  8. ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.
  9. οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη
  10. ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,
  11. οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας
  12. Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,
  13. αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας
  14. ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·
  15. οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,
  16. οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων
  17. πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.
  18. κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,
  19. οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,
  20. ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·
  21. οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω,
  22. ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.
  23. ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι,
  24. Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.
  25. πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε
  26. κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,
  27. τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.
  28. ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ
  29. γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν
  30. κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·
  31. οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν
  32. Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον
  33. τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
  34. οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
  35. Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.
  36. ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,
  37. κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,
  38. ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ
  39. οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.
  40. μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα
  41. διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.
  42. εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,
  43. ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·
  44. εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,
  45. ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν
  46. ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.
  47. καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην
  48. οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
  49. Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
  50. χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
  51. ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν
  52. ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·
  53. ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,
  54. ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν
  55. νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη
  56. ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·
  57. Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω,
  58. ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται
  59. αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.
  60. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
  61. μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·
  62. ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ
  63. δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·
  64. εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ
  65. βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι
  66. πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,
  67. πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην
  68. οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς
  69. ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε
  70. νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο
  71. οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.
  72. τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,
  73. μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.
  74. ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι
  75. λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς
  76. γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,
  77. οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα
  78. φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,
  79. ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,
  80. τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν
  81. μητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων
  82. παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.
  83. τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς
  84. πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,
  85. μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν
  86. ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς
  87. Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.
  88. [*](This edition omits lines 458-461.)
  89. ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς
  90. πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.
  91. ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες
  92. αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,
  93. πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
  94. ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ
  95. εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,
  96. πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.
  97. εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·
  98. οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη
  99. πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς,
  100. ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.
  101. ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,
  102. καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας
  103. ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς
  104. ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.
  105. φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο,
  106. Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων
  107. ἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο,
  108. καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ
  109. μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,
  110. καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·
  111. ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.
  112. καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
  113. ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ
  114. οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι,
  115. πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας
  116. ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.
  117. πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα
  118. οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.
  119. ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
  120. τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον
  121. ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
  122. ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.
  123. ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ
  124. νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,
  125. τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.
  126. καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι
  127. λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι
  128. λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.
  129. καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο
  130. χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ,
  131. αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι.
  132. ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας
  133. πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν
  134. βλάπτουσʼ ἀνθρώπους· αἳ δʼ ἐξακέονται ὀπίσσω.
  135. ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,
  136. τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο·
  137. ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,
  138. λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι
  139. τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.
  140. ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι
  141. τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.
  142. εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι
  143. Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,
  144. οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην
  145. Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·
  146. νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη,
  147. ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους
  148. κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ
  149. φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς
  150. μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
  151. οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν
  152. ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι·
  153. δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι.
  154. μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε
  155. ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.
  156. Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι
  157. ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,
  158. Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,
  159. Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.
  160. καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε
  161. χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς
  162. Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας,
  163. οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.
  164. ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ.
  165. ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα
  166. ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,
  167. ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·
  168. πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ
  169. αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.
  170. τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος
  171. πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας
  172. καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·
  173. τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς.
  174. ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν
  175. ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,
  176. Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.
  177. ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,
  178. τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο
  179. τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·
  180. ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων
  181. οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,
  182. ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ
  183. κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ
  184. κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης
  185. Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν
  186. τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον
  187. Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,
  188. τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ
  189. Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς
  190. μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα
  191. κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·
  192. τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων
  193. ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι
  194. πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο,
  195. πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία
  196. κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν
  197. πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,
  198. παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς
  199. ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.
  200. τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει
  201. πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες
  202. Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,
  203. ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·
  204. ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,
  205. ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι
  206. πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,
  207. ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.
  208. πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς
  209. οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο
  210. σείων κολλητὰς σανίδας γουνούμενος υἱόν·
  211. πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ
  212. ἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι,
  213. οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·
  214. ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,
  215. πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων
  216. βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.
  217. καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις
  218. λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα
  219. κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·
  220. ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
  221. τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.
  222. τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,
  223. βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.
  224. ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ
  225. εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν
  226. πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως.
  227. ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων
  228. ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη
  229. νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων
  230. ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.
  231. εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς
  232. οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.
  233. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  234. Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης
  235. χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,
  236. ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ
  237. ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
  238. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
  239. μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων
  240. Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ
  241. τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.
  242. καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ·
  243. ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
  244. οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων
  245. εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι
  246. φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν.
  247. ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ
  248. Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα
  249. ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας
  250. ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·
  251. διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
  252. ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
  253. τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα
  254. χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα
  255. οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς
  256. ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν
  257. σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων
  258. τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων
  259. νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος
  260. ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·
  261. καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας,
  262. τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ
  263. ποινὴν δεξαμένῳ· σοὶ δʼ ἄληκτόν τε κακόν τε
  264. θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης
  265. οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας,
  266. ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν,
  267. αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν
  268. πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων
  269. κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.
  270. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  271. Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
  272. πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·
  273. ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων
  274. μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν
  275. Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.
  276. ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·
  277. οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος
  278. πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
  279. Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι
  280. κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.
  281. ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ