Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα·
  2. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  3. Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ
  4. σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν
  5. Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
  6. νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
  7. δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
  8. οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
  9. ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
  10. ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
  11. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
  12. φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
  13. οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
  14. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  15. δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·
  16. ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  17. Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,
  18. ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.
  19. ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι
  20. φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα