Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε
  2. σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,
  3. ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης
  4. καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ,
  5. μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ
  6. φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  7. μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,
  8. ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ
  9. βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι
  10. νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος
  11. Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
  12. κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων
  13. παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας
  14. λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·
  15. θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη
  16. πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω
  17. μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.
  18. ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·
  19. μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,
  20. τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω.
  21. ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν
  22. ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,
  23. οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.
  24. ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,
  25. πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
  26. νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
  27. εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης
  28. πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν
  29. χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.
  30. αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος
  31. μείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐω
  32. κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
  33. ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς
  34. εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,
  35. τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
  36. ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.
  37. ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν.
  38. οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
  39. δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος·
  40. ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλα
  41. καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,
  42. σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.
  43. ἔρδον δ’ ἀθανάτοισι τεληέσσας ἑκατόμβας
  44. κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.
  45. ἡδεῖαν· τῆς δ’ οὔ τι θεοὶ μάκαρες δατέοντο,
  46. οὐδ’ ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρή,
  47. καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο
  48. οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας
  49. εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.
  50. ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
  51. φαίνετʼ ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ·
  52. ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
  53. καὶ νάπαι· οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,
  54. πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·
  55. τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων
  56. Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.
  57. χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ
  58. εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.
  59. ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας
  60. ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.
  1. ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς
  2. θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,
  3. πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.
  4. ὡς δʼ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα
  5. Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον
  6. ἐλθόντʼ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν
  7. κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν·
  8. ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  9. Ἀτρεΐδης δʼ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ
  10. φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων
  11. κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,
  12. μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.
  13. ἷζον δʼ εἰν ἀγορῇ τετιηότες· ἂν δʼ Ἀγαμέμνων
  14. ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος
  15. ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ·
  16. ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα·
  17. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  18. Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ
  19. σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν
  20. Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
  21. νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
  22. δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
  23. οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
  24. ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
  25. ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
  26. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
  27. φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
  28. οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
  29. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  30. δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·
  31. ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  32. Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,
  33. ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.
  34. ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι
  35. φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα
  36. ἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
  37. σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω·
  38. σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,
  39. ἀλκὴν δʼ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.
  40. δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν
  41. ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;
  42. εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι
  43. ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης
  44. ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.
  45. ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ
  46. εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ
  47. φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
  48. νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ
  49. Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.
  50. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
  51. μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
  52. τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ·
  53. Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,
  54. καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.
  55. οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,
  56. οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων.
  57. ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης
  58. ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις
  59. Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.
  60. ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,
  61. ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι
  62. μῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων.
  63. ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος
  64. ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
  65. ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
  66. δόρπά τʼ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι
  67. λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.
  68. κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα
  69. Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.
  70. δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.
  71. πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν
  72. ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσι·
  73. πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις.
  74. πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην
  75. βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς
  76. ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν
  77. καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;
  78. νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.
  79. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
  80. ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο
  81. ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,
  82. ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος
  83. ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε,
  84. ἠδʼ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.
  85. ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ
  86. κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες·
  87. κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες·
  88. ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.
  89. Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν
  90. ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.
  91. οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  92. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  93. τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
  94. Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
  95. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  96. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  97. ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν
  98. λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε
  99. σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.
  100. τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι,
  101. κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ
  102. εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ.
  103. αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
  104. οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει
  105. οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν
  106. ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην
  107. χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας
  108. οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε
  109. πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
  110. εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,
  111. ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν
  112. φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν
  113. δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.
  114. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  115. ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·
  116. ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν
  117. λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,
  118. ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.
  119. ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,
  120. ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα.
  121. ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω
  122. ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
  123. αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους
  124. πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
  125. οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,
  126. οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
  127. ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.
  128. δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
  129. Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς
  130. ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.
  131. τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων
  132. κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι
  133. μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,
  134. ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.
  135. ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
  136. ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,
  137. νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω
  138. εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,
  139. Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,
  140. αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
  141. εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
  142. γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,
  143. ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
  144. τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
  145. Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
  146. τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω
  147. πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω
  148. πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
  149. ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα
  150. Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
  151. Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον
  152. καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
  153. πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
  154. ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
  155. οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι
  156. καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
  157. ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.
  158. δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος,
  159. τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων·
  160. καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι
  161. ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.
  162. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  163. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  164. δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·
  165. ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα
  166. ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.
  167. εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.
  168. Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,
  169. αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·
  170. κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων.
  171. φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,
  172. ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.
  173. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.
  174. αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  175. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  176. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
  177. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
  178. ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.
  179. τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ
  180. δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,
  181. πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.
  182. τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
  183. πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ
  184. ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.
  185. Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
  186. τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ
  187. καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν,
  188. τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·
  189. τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν.
  190. Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,
  191. δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,
  192. τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,
  193. στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς
  194. αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.
  195. ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.
  196. τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  197. χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,
  198. οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.
  199. ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,
  200. εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.
  201. αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·
  202. μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,
  203. ζωρότερον δὲ κέραιε, δέπας δʼ ἔντυνον ἑκάστῳ·
  204. οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.
  205. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ.
  206. αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,
  207. ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός,
  208. ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.
  209. τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς.
  210. καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε,
  211. πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.
  212. αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,
  213. ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,
  214. πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.
  215. αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,
  216. Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
  217. καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
  218. αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο
  219. τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει
  220. Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς.