Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·
  2. Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
  3. ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος
  4. ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων
  5. ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,
  6. ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,
  7. αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.
  8. αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
  9. φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,
  10. οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
  11. ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
  12. χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
  13. Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
  14. Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.
  15. τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη,
  16. αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
  17. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ
  18. ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;
  19. οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
  20. ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς
  21. Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.
  22. τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  23. καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε
  24. χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·
  25. ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι
  26. σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·
  27. οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν
  28. τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.
  29. ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς
  30. τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.
  31. εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν
  32. εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν
  33. ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,
  34. οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
  35. νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς,
  36. ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,
  37. λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
  38. ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.
  39. ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
  40. ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο
  41. τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι
  42. ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
  43. γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,
  44. ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς
  45. δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
  46. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.
  47. ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
  48. Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
  49. αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
  50. πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
  51. ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,
  52. ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
  53. τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
  54. ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
  55. βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
  56. ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
  57. Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
  58. αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
  59. τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
  60. ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
  61. τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
  62. Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς,
  63. Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
  64. βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην
  65. ἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.
  66. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  67. γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
  68. αὐτὰς δʼ ἐκ δίφρου βαλέω κατά θʼ ἅρματα ἄξω·
  69. οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
  70. ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
  71. ὄφρα ἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται.
  72. Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·
  73. αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.
  74. ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
  75. βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
  76. πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο
  77. ἀντομένη κατέρυκε, Διὸς δέ σφʼ ἔννεπε μῦθον·
  78. πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;
  79. οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.
  80. ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,
  81. γυιώσειν μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
  82. αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν·
  83. οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
  84. ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
  85. ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι.
  86. Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·
  87. αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·
  88. ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε
  89. τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.
  90. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
  91. αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
  92. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτʼ ἔγωγε
  93. νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·
  94. τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,
  95. ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ
  96. Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.
  97. ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·
  98. τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,
  99. καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν,
  100. ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·
  101. αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον
  102. μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.
  103. Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους
  104. Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους.
  105. τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,
  106. ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·
  107. αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς
  108. ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος.
  109. αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη
  110. ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·
  111. αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
  112. τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;
  113. οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ
  114. ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.
  115. πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,
  116. οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ.
  117. σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα
  118. πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.
  119. ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·
  120. οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ
  121. ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν.
  122. ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
  123. πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
  124. ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
  125. σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
  126. Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
  127. αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
  128. εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·
  129. ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,
  130. οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
  131. ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις·
  132. βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,
  133. ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
  134. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  135. ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα
  136. ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη
  137. ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·
  138. οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ
  139. πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,
  140. ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται
  141. στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·
  142. ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω
  143. χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι
  144. γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε
  145. ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο
  146. τέρποντʼ οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·
  147. οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε
  148. σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.
  149. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη.
  150. ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο