Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.
  2. ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·
  3. τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
  4. δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.
  5. ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·
  6. εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,
  7. τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,
  8. σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
  9. Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
  10. εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,
  11. τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,
  12. καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,
  13. τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,
  14. ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,
  15. σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.
  16. καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων
  17. νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·
  18. ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,
  19. ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.
  20. ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.
  21. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  22. αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·
  23. ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε
  24. νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·
  25. ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·
  26. ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς
  27. εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.
  28. ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε
  29. ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·
  30. τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε
  31. νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.
  32. ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.
  33. ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ
  34. Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
  35. εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,
  36. αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
  37. δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  38. ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ
  39. ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,
  40. μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι
  41. Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.
  42. καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ
  43. ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.