Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι
  2. νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.
  3. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  4. ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
  5. Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
  6. εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς
  7. Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος·
  8. Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα
  9. Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι
  10. πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,
  11. στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων
  12. πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν
  13. φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.
  14. αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,
  15. ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,
  16. καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·
  17. Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα
  18. μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς
  19. νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ
  20. οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο
  21. πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος
  22. εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,
  23. θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
  24. καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
  25. ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ
  26. ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
  27. ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
  28. ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,
  29. ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.
  30. οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,
  31. ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην
  32. μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.
  33. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.
  34. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
  35. πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
  36. ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
  37. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
  38. Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,
  39. φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
  40. Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.
  41. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
  42. Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι
  43. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
  44. ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν
  45. εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι
  46. δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.
  47. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
  48. ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν
  49. ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
  50. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς
  51. ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
  52. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,
  53. τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·
  54. τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;
  55. οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ
  56. τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων
  57. σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·
  58. δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.
  59. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,
  60. οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.
  61. οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
  62. δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·
  63. ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
  64. σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι
  65. θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου
  66. θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς
  67. δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ
  68. δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
  69. τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,
  70. καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν
  71. ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·
  72. οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
  73. εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,
  74. ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
  75. τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·
  76. Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;
  77. οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.
  78. φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη
  79. τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·
  80. ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.
  81. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς
  82. ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·
  83. ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
  84. ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,
  85. Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,
  86. αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·
  87. τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν
  88. ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,
  89. ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
  90. Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.
  91. τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια
  92. κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι
  93. πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.
  94. ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·
  95. τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,
  96. ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.
  97. ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·
  98. κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,
  99. πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ
  100. γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,
  101. δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.
  102. αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.
  103. ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,
  104. προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·
  105. ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.
  106. ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς
  107. καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι
  108. ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.
  109. αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,
  110. πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε
  111. πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων,
  112. πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
  113. δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,
  114. καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.
  115. δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·
  116. καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.
  117. τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.
  118. τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·
  119. κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους
  120. εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο·
  121. πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.
  122. ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα
  123. αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν,
  124. δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·
  125. καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων
  126. καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.
  127. ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ
  128. Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.
  129. Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,
  130. ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.
  131. ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,
  132. ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο
  133. ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·
  134. Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο
  135. μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·
  136. τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.
  137. Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·
  138. πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν
  139. αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,