Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν
  2. Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·
  3. τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
  4. ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·
  5. ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·
  6. εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος
  7. καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.
  8. ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.
  9. τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων