Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.
  • σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην
  • οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
  • ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
  • σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·
  • ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,
  • ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·
  • ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
  • μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.