Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
  2. ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
  3. τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους
  4. Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·
  5. γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.
  6. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  7. Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
  8. μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον
  9. ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·
  10. ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,
  11. τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα
  12. τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,
  13. ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων
  14. Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,
  15. νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
  16. ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε,
  17. χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν·
  18. ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
  19. ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων
  20. βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον.
  21. λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·
  22. αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
  23. ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν
  24. Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·
  25. τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη
  26. δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.
  27. ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,
  28. ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε
  29. κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,
  30. αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο.
  31. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
  32. πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων
  33. ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·
  34. καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
  35. ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
  36. δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
  37. ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
  38. νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·
  39. τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,
  40. ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης
  41. ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
  42. ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.
  43. τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
  44. δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο.
  45. οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
  46. καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,
  47. τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης
  48. φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.
  49. καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,
  50. πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,
  51. δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,
  52. καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  53. Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;
  54. αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
  55. ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.
  56. σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην
  57. οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
  58. ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
  59. σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·
  60. ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,
  61. ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·
  62. ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
  63. μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.
  64. Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
  65. αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·
  66. ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν
  67. αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,
  68. ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.
  69. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.
  70. μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.
  71. ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·
  72. αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
  73. μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν
  74. Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·
  75. τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
  76. ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·
  77. ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·
  78. εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος
  79. καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.
  80. ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.
  81. τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
  82. ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.
  83. ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
  84. ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι,
  85. ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.
  86. τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·
  87. πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
  88. αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο
  89. Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη
  90. παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.
  1. Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·
  2. πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο
  3. ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα
  4. μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.
  5. Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν
  6. Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν,
  7. ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο
  8. υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.
  9. τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
  10. ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
  11. αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
  12. Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
  13. Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
  14. ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.
  15. πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.
  16. ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον
  17. πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα
  18. αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων
  19. ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.
  20. Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·
  21. βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη
  22. νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.
  23. Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
  24. πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·
  25. ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,
  26. ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.
  27. καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
  28. Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.
  29. Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·
  30. Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν
  31. ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον.
  32. Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
  33. Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  34. ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας
  35. Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως
  36. φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
  37. Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
  38. ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
  39. ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα
  40. ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην
  41. πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,
  42. αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
  43. πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη
  44. Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.
  45. Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·
  46. ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
  47. πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται
  48. χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
  49. τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα
  50. εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
  51. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·
  52. καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
  53. δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων
  54. ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·
  55. ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως
  56. ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον
  57. πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
  58. χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ
  59. κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες
  60. Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι.
  61. ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως
  62. αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ
  63. ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων
  64. οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ
  65. λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.
  66. Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
  67. ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
  68. μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε
  69. μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,
  70. ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι
  71. νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.
  72. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  73. ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
  74. Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
  75. εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς
  76. Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος·
  77. Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα
  78. Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι
  79. πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,
  80. στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων
  81. πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν
  82. φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.
  83. αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,
  84. ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,
  85. καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·
  86. Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα
  87. μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς
  88. νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ
  89. οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο
  90. πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος
  91. εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,
  92. θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
  93. καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
  94. ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ
  95. ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
  96. ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
  97. ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,
  98. ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.
  99. οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,
  100. ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην
  101. μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.
  102. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.
  103. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
  104. πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
  105. ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
  106. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
  107. Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,
  108. φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
  109. Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.
  110. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
  111. Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι
  112. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
  113. ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν
  114. εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι
  115. δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.
  116. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
  117. ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν
  118. ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
  119. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς
  120. ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
  121. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,
  122. τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·
  123. τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;
  124. οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ
  125. τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων
  126. σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·
  127. δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.
  128. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,
  129. οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.
  130. οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
  131. δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·
  132. ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
  133. σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι
  134. θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου
  135. θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς
  136. δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ
  137. δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
  138. τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,
  139. καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν
  140. ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·
  141. οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
  142. εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,
  143. ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
  144. τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·
  145. Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;
  146. οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.
  147. φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη
  148. τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·
  149. ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.
  150. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς
  151. ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·
  152. ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
  153. ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,
  154. Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,
  155. αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·
  156. τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν
  157. ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,
  158. ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
  159. Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.
  160. τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια
  161. κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι
  162. πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.
  163. ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·
  164. τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,
  165. ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.
  166. ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·
  167. κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,
  168. πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ