Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω
  2. χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
  3. ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν
  4. Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;
  5. ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,
  6. Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,
  7. Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
  8. ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
  9. λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι
  10. ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
  11. τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
  12. Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
  13. αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
  14. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
  15. ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ
  16. Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
  17. εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.
  18. ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
  19. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
  20. ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους