Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·
  2. ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
  3. ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
  4. οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
  5. τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
  6. βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ
  7. ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·
  8. γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
  9. Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν
  10. ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ
  11. ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
  12. τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
  13. βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·
  14. ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·
  15. ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.
  16. Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον
  17. υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου
  18. ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,
  19. τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,
  20. πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον