Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,
  2. γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·
  3. ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
  4. θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·
  5. ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
  6. ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·
  7. ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,
  8. ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
  9. τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται
  10. μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι
  11. τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
  12. ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
  13. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
  14. Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη
  15. καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·
  16. δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
  17. ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι
  18. χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·
  19. τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,
  20. ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·