Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι
  2. χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.
  3. τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
  4. στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·
  5. ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος
  6. ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,
  7. τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.
  8. τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι
  9. Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,
  10. οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
  11. ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
  12. ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,
  13. ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων
  14. ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
  15. ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
  16. ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
  17. δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
  18. χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·
  19. πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
  20. πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.