Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
  2. λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι·
  3. τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
  4. ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·
  5. ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.
  6. τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
  7. Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ
  8. Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
  9. τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον
  10. βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα·
  11. ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
  12. τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
  13. βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
  14. στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
  15. ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
  16. ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,
  17. ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
  18. ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.
  19. τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
  20. κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
  21. αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,
  22. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  23. χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
  24. Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,
  25. ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων
  26. Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·
  27. ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης
  28. Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος
  29. χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
  30. οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
  31. μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
  32. ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς
  33. ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
  34. ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
  35. ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·
  36. χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
  37. κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
  38. Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.
  39. ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
  40. ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
  41. κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
  42. θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ
  43. Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι
  44. χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.
  45. τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
  46. στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·
  47. ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος
  48. ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,
  49. τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.
  50. τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι
  51. Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,
  52. οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
  53. ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
  54. ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,
  55. ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων
  56. ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
  57. ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
  58. ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
  59. δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
  60. χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·
  61. πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
  62. πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.
  1. ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
  2. δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν
  3. Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·
  4. δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
  5. ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα
  6. λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·
  7. τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,
  8. ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
  9. ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
  10. ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην
  11. Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.
  12. τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·
  13. τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.
  14. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
  15. Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·
  16. Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ
  17. ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ
  18. Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
  19. ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.
  20. Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,
  21. οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·
  22. οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
  23. ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
  24. ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
  25. ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
  26. δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
  27. Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
  28. τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,
  29. πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη
  30. χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·
  31. Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα
  32. οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς
  33. μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,
  34. νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;
  35. ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·
  36. τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,
  37. Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος
  38. ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  39. ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·
  40. πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
  41. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
  42. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  43. Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
  44. Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
  45. τὸν μὲν ἄρʼ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ
  46. νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
  47. ἤριπε δʼ ἐξ ὀχέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε.
  48. τὸν μὲν ἄρʼ Ἰδομενῆος ἐσύλευον θεράποντες·
  49. υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
  50. Ἀτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντι
  51. ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
  52. βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·
  53. ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα,
  54. οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·
  55. ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
  56. πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
  57. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,
  58. ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  59. Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν
  60. Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
  61. τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·
  62. ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
  63. ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
  64. οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
  65. τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
  66. βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ
  67. ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·
  68. γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
  69. Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν