Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·
  2. οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης.
  3. ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον
  4. οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι,
  5. ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.
  6. ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·
  7. καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας
  8. Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·
  9. τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν
  10. γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα·
  11. αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
  12. καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,
  13. τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·
  14. Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·
  15. οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός,
  16. ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
  17. τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,
  18. ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα
  19. ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.
  20. οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,
  21. τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·
  22. Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;
  23. τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,
  24. αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι
  25. ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·
  26. ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.
  27. ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες
  28. εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
  29. ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;
  30. ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
  31. ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
  32. οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·
  33. Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,
  34. Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.
  35. τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  36. αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·
  37. Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων
  38. ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ
  39. ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον
  40. Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.
  41. εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ
  42. δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ
  43. ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.
  44. ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι.
  45. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
  46. Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
  47. ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·
  48. ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς
  49. ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν
  50. Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω
  51. ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.
  52. ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·
  53. ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
  54. τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.
  55. ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ
  56. ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·
  57. τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα
  58. φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,
  59. ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·
  60. τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν
  61. δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
  62. κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.
  63. καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
  64. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  65. Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων,
  66. σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω·
  67. αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.
  68. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
  69. τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·
  70. τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
  71. χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
  72. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους·
  73. ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
  74. οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
  75. ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε
  76. Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·
  77. ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
  78. πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς
  79. ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν,
  80. ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.
  81. ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει
  82. σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·
  83. μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
  84. οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
  85. μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.
  86. ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται
  87. ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.
  88. ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον
  89. τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.
  90. ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·
  91. καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
  92. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  93. ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
  94. ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·
  95. ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις
  96. ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.
  97. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  98. Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
  99. ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.
  100. ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·
  101. εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.
  102. ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω
  103. βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.
  104. αἰχμὰς δʼ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο
  105. ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.
  106. ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.
  107. εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
  108. ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·
  109. αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
  110. πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
  111. ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,
  112. ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
  113. Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες
  114. ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
  115. Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.
  116. τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
  117. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  118. ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,
  119. καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
  120. τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους;
  121. σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
  122. ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·
  123. πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
  124. ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.
  125. ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα
  126. οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον·
  127. νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
  128. ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.
  129. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  130. Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
  131. πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ