Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.
- αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο,
- ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,
- ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.
- τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη
- ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·
- ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο
- ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ·
- ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι
- ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.
- ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου
- σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·
- ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον
- ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε
- παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ
- ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
- ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς.
- τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·
- μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·
- νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,
- κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.
- ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·
- οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν,
- οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς
- ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,
- νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,
- ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
- ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις.
- τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,
- Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς
- εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.
- ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων
- δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ·
- οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο·
- ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.
- τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
- κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·
- νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου,
- ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ
- ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν,
- ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.
- ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.
- οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
- χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη
- νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι
- δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·
- αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην
- κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·
- δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων
- Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.
- ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι
- τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη
- αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·
- καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.
- ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·
- ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα,
- ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
- ὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν.
- εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,
- ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,
- αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.
- ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
- πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
- ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
- σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
- Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
- αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·
- πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον,
- ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι
- λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.
- ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
- τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
- δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
- τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις
- Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;
- εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ
- ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας
- ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.
- ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω
- σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται.
- ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
- ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι
- τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,
- μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι·
- καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·
- αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι
- ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,
- τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ
- καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
- οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
- λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
- τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
- ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες
- Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·
- τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·
- τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω.
- εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,
- οὐκ ἀνύω φθονέουσʼ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.
- ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·
- καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,
- καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,
- ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
- κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις.
- ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι,
- σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι
- ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
- ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,
- πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
- ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
- ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
- αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
- αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,
- πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
- ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
- ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
- βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
- οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω
- ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν
- λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·
- τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,
- κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας
- Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·
- ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
- ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
- ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι
- Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
- ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.
- ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον
- Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,
- Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.
- εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε
- ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
- λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων·
- ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
- ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.
- τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,
- πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,
- ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.
- τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο,
- αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν
- σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς.
- ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο,
- εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
- ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
- οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
- ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν·
- αὐτίκʼ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς
- ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
- πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι
- βεβλήκει πρὸς στῆθος· ὃ δʼ ὕπτιος ἔμπεσε πέτρῃ.
- τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·
- καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,
- πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.
- καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ
- ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι
- μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν
- πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.
- αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν
- ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων·
- αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,
- εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
- ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
- οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
- ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·
- νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.
- αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
- λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς
- ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.
- οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
- ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
- ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.
- ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ
- παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ,
- αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
- χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.
- ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·
- διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,
- καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
- μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,
- ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.
- ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·
- αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.
- ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ
- Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·
- κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο
- ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,
- ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος·
- τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ
- εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε.
- ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
- ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·
- ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.
- ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας
- ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.
- τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων
- χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι·
- φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον
- οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,
- ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν.
- οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν
- σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.
- εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,
- ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν
- σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.
- εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
- ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
- καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,
- Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
- αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι
- τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·
- ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε
- αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.
- καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·
- αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·
- κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν
- Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα
- κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.
- καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων
- τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·
- αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων,
- ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν,
- καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
- σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.
- ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.
- τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·
- θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·
- οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν
- εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε
- ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
- αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·
- ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει
- φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.
- ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·
- Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον
- φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,
- ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,
- ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
- Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.
- ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
- βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
- παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν