Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι,
- Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς
- ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·
- αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον
- κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων
- ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·
- ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
- οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ
- ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
- εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην
- ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,
- τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·
- ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς
- ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
- οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
- Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς
- παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα
- καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ
- πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους
- ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.