Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο
  2. θαρσύνων ἔπεσιν, μέγα δʼ αὐτῷ βούλετο νίκην.
  3. ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα
  4. δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.
  5. τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,
  6. ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω
  7. σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.
  8. δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼς
  9. πάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός,
  10. κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴν
  11. ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.
  12. ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς
  13. θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,
  14. ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς
  15. χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι,
  16. οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν
  17. αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε·
  18. κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,
  19. αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.
  20. Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα