Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·
  • ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,
  • αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει
  • ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,
  • ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.
  • σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει.
  • ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴης
  • ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,
  • λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ
  • ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶς
  • ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,
  • ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,
  • καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.
  • τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,
  • αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ
  • ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον
  • κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.
  • ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,
  • ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι
  • κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν,