Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.
  2. τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
  3. χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·
  4. χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·
  5. πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην
  6. Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,
  7. δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν
  8. Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
  9. ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα
  10. πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
  11. ἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος
  12. χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους,
  13. κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο
  14. μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.
  15. πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ