Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,
  2. καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς
  3. ἥ μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,
  4. ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.
  5. ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση
  6. παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ
  7. αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον
  8. ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν
  9. ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι
  10. ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
  11. τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,
  12. ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.
  13. τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,
  14. ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην
  15. κρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη