Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα.
  2. ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ
  3. κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
  4. πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,
  5. ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ·
  6. οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴ
  7. Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρην
  8. πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  9. Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
  10. ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι
  11. ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.
  12. ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,
  13. παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι,
  14. μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
  15. μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
  16. καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.
  17. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη,
  18. αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
  19. Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν
  20. ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.