Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω
  2. ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων
  3. ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.
  4. ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
  5. τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο
  6. ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη
  7. ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,
  8. ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ.
  9. ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι,
  10. ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·
  11. οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης
  12. ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.
  13. ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες
  14. βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο
  15. ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε.
  16. τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ
  17. ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν
  18. ὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι
  19. ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι
  20. Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.