Iliad
Homer
Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
- ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
- νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
- ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·
- θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
- πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
- Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
- ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
- Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται
- ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν
- ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
- ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·
- πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,
- καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·
- ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
- ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη
- Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,
- ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
- ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
- εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε