Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
  2. ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
  3. πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·
  4. κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης
  5. πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε
  6. ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.
  7. ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν
  8. λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,
  9. ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ
  10. νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη
  11. ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον
  12. ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,
  13. οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν
  14. οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.
  15. ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη
  16. εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
  17. ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
  18. οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
  19. Ἀργεῖοι φεύξονται ἐπʼ εὐρέα νῶτα θαλάσσης,
  20. κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν