Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα·
  2. τῷ δʼ εὖτε πτερὰ γίγνετʼ, ἄειρε δὲ ποιμένα λαῶν.
  3. ἐκ δʼ ἄρα σύριγγος πατρώϊον ἐσπάσατʼ ἔγχος
  4. βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν
  5. πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς·
  6. Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
  7. Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·
  8. ἵππους δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες
  9. ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἕσαν, ἐν δὲ χαλινοὺς
  10. γαμφηλῇς ἔβαλον, κατὰ δʼ ἡνία τεῖναν ὀπίσσω
  11. κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν
  12. χειρὶ λαβὼν ἀραρυῖαν ἐφʼ ἵπποιιν ἀνόρουσεν
  13. Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς
  14. τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ Ὑπερίων,
  15. σμερδαλέον δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·
  16. Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης
  17. ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα
  18. ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χʼ ἕωμεν πολέμοιο,
  19. μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνηῶτα.
  20. τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος