Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί.
  2. τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην
  3. ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες
  4. αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.
  5. οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,
  6. ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο.
  7. ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις
  8. ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,
  9. σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.
  10. ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,
  11. τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσῷ εὐρείῃ
  12. Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
  13. ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
  14. ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.
  15. τῶν δʼ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας
  16. εἵατʼ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ·
  17. καί ῥʼ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας
  18. εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
  19. οἳ δʼ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι
  20. ῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν