Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ,
  2. καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι
  3. παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·
  4. ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ
  5. βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ·
  6. τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον
  7. Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα.
  8. ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς
  9. βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·
  10. τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
  11. πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει
  12. δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες
  13. πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν
  14. ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·
  15. ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα
  16. ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.
  17. ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο
  18. Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,
  19. ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ
  20. ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·