Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.
  2. οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·
  3. ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,
  4. ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
  5. ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι.
  6. ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,
  7. ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,
  8. ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα
  9. σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.
  10. ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
  11. Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,
  12. ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
  13. ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω
  14. καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.
  15. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ
  16. δηΐου ἐκ πολέμοιο· θέων δʼ ἐκίχανεν ἑταίρους
  17. ὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών,
  18. οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.
  19. στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν·
  20. ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν