Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο
  2. αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.
  3. ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.
  4. τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·
  5. ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε
  6. νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν
  7. ῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο.